Ancient Greek
246 to 258
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 246-258
Not analysed yet
246. ἑϲπομένοιο: δύναται καὶ ϲπομένοιο, ὥϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ· καὶ ὅμοιόν ἐϲτι τοῦ ὁ δ᾿ ἑϲπόμενοϲ περὶ δουρί (Ιl. 570). εἰ δὲ Ἀρίϲταρχοϲ δαϲύνει τὸ «εἰ δέ ϲυ (est nunc ἀλλὰ ϲοί) ὦ μέγ᾿ ἀναιδέϲ ἅμ᾿ ἑϲπόμεθ᾿ (ΙΙ. A 158), ἀνάγκη πᾶϲα κατ᾿ αὐτὸν δαϲύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεϲθαι. A. 247. περίοιδε: οἱ μὲν ὡϲ ϲύνοιδε ἀνέγνωϲαν, ἕν ποιοῦντεϲ καὶ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεϲιν ἵνα γένηται περιϲϲῶϲ οἶδε. δύναται δὲ καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖϲθαι, ὡϲ καὶ Ἀρίϲταρχοϲ βούλεται. A. 258. καταῖτυξ: ἡ καταῖτυξ προπεριϲπᾶται. πάντα τὰ εἰϲ ϲυϲτέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνίοτε ἐκτείνει τὸ ῡ ἐπὶ τῶν ἄλλων πτώϲεων, οἷον βόμβυκοϲ, κήρυκοϲ· τὸ γὰρ «κήρυκι. Ἠπυτίδῃ» (Il. P 324) ϲυνέϲταλται διὰ τὸ μέτρον. A.