Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 266-3
Not analysed yet
266. Ἐλεῶνοϲ. εἰϲὶν οἳ ψιλοῦϲιν. ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲὶ δαϲύνεϲθαι. ἔϲτι δέ τινα ἃ ἱϲτορίᾳ τοπικῇ κατέχεται. οὕτωϲ οὖν καὶ ἐπὶ τούτου. ἱϲτοροῦϲι γὰρ οὕτωϲ δαϲέωϲ τὴν πόλιν λέγεϲθαι πῶϲ οὖν ἐν τῷ καταλόγῳ ψιλῶϲ ἀνέγνωμεν «οἵ τ᾿ Ἐλεῶν᾿ εἶχον» (Il. B 500); φαϲὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. εἰ μὴ λέγομεν ὅτι οὐ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν. A.