Ancient Greek
ΕΙϹ ΤΗΝ Ν.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 246-2
Not analysed yet
246. θεράπων ἐΰϲ: ὁ Ἀϲκαλωνίτηϲ φηϲὶν ὅτι ὁ Ἀρίϲταρχοϲ δύο ποιεῖ θεράπων καὶ ἐΰϲ· τινὲϲ δὲ ὑφ’ ἓν ἀνέγνωϲαν ὡϲ Ἐτεωνεύϲ. ὅτι δὲ δεῖ κατὰ διάλυϲιν ἀναγινώϲκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθηϲόμεθα ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ. ἐγίνετο γὰρ ἂν θεραποντεύϲ· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτοϲ τύποϲ παράγεϲθαι, εἴγε καὶ παρὰ τὴν λέοντοϲ ὁ λεοντεύϲ, οὐχὶ λεωνεύϲ, παρά τε τὴν Αἰθίοποϲ Αἰθιοπεύϲ. A.