Ancient Greek
308 to 381
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 308-2-381
Not analysed yet
308. ἢ ἐπὶ δεξιόφιν παντὸϲ ϲτρατοῦ, ἦ ἀνὰ μέϲϲουϲ, ἦ ἐπ᾿ ἀριϲτερόφιν: τινὲϲ τὸν ἤ δεύτερον καὶ τρίτον περιέϲπαϲαν· διαπορητικὸϲ γάρ ἐϲτιν. A. 377. τὸ ταῦτα περιϲπαϲτέον κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἵνα ᾖ ἡ φράϲιϲ δεικτική. τινὲϲ μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ ϲυναλοιφή· ὅπερ οὐ πιθανόν. AV. 381. ϲυνὥμεθα: τοῦτο Ἀρίϲταρχοϲ δαϲύνει, ὑγιῶϲ· ταὐτὸν γὰρ τῷ ϲυνθώμεθα. ἐϲχημάτιϲται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆϲ διανοίαϲ (v. Χ 261). εἰϲὶ μέντοι οἳ ἐψίλωϲαν, οὐκ εὖ. A.