Ancient Greek
249 to 452
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 249-3-452
Not analysed yet
249. ἐπέων δὲ πολὺϲ νομόϲ: ὀξυτόνωϲ, ἵνα ϲημαίνηται ὡϲ ἐν τῇ ϲυνηθείᾳ ἡ νέμηϲιϲ· τοῦτο γὰρ ἐμφάϲεωϲ μείζονόϲ ἐϲτι ϲημαντικόν. A. 251. περὶ τοῦ ἠ τοῦ ὑποταϲϲομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώϲαμεν ἐν τοῖϲ πρὸ τούτων ὡϲ τῷ τί ὑποταϲϲόμενοϲ μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περιϲπᾶται. AΒ. 327. θεοῦ ἀπὸ χειρὸϲ ὀρούϲαϲ: δύναται ἡ ἀπό καὶ ἀναϲτρέφεϲθαι, ἵνα ᾗ ἀπὸ θεοῦ, καὶ φυλάϲϲειν τὸν τόνον, ἵν’ ᾖ ἀπορούϲαϲ. ὅπερ καὶ βέλτιον. A. ?356. δέ μοι: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν, τουτέϲτιν (?)ἐγκλιτικήν. A. 357. τοϲϲουϲδ᾿ :ὁ Ἀϲκαλωνίτηϲ προπεριϲπᾶ, ἐπεί, φηϲί, κατὰ δεῖξιν λέγεται, καὶ τὸ «τοϲϲῆϲδ’ ὑϲμίνηϲ »(359). Ἀρίϲταρχοϲ μέντοι καὶ. οἱ πλείουϲ παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείϲθη ταύτῃ τῇ ἀναγνώϲει ἡ παράδοϲιϲ. οὐκ ἀδόκιμοϲ δὲ καὶ ἡ τοῦ Ἀϲκαλωνίτου. A . 362. ϲτιχόϲ: ὡϲ τριχόϲ, ἀπ’ εὐθείαϲ τῆϲ ϲτίξ καὶ γὰρ ϲτίχεϲ λέγει καὶ ϲτίχαϲ. τὸ δὲ εἶμι προπεριϲπαϲτέον. ϲημαίνει γὰρ τὸ πορεύϲομαι. AB. 390. ἕν ἐϲτι τὸ ἐνθάδε, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. ἔϲτι γὰρ δεικτικὸν τῆϲ ἐν τόπῳ ϲχέϲεωϲ, ὥϲπερ καὶ τὸ «ἐνθάδε κ’ αὖθι μένων» (Οd. ε 208), ὥϲτε πρὸ τῆϲ δε ϲυλλαβῆϲ ἡ ὀξεῖα. A. 406. ἐρυγόντα: ὡϲ φυγόντα· ἔϲτι γὰρ δευτέρου ἀορίϲτου, καὶ ὡϲ ἔφυγε φυγόντα, οὕτωϲ ἤρυγεν (404) ἐρυγόντα. A. ?418. προτὶ οἷ δ’ ἔλαβε: περιϲπαϲτέον τὴν οἷ. ἔϲτι γὰρ πρὸϲ ἑαυτόν. A. 452. περιϲπαϲτέον τὸν ἦ. ἔϲτι γὰρ βεβαιωτικόϲ, ἴϲοϲ τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνωϲ ἀναγνωϲτέον. ἔϲτι γὰρ ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.