Ancient Greek
ΕΙC THN Υ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 464-2
Not analysed yet
464. εἴ πώϲ εὑ πεφίδοιτο: ἡ εὑ ἀντωνυμία ἐν τῇ ϲυντάξει. ἐνέκλινε τὸν τόνον· ἔϲτι γὰρ ἀπόλυτοϲ. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ Ἀϲκαλωνίτηϲ τὸ πῶϲ πάντωϲ ὀξυτονηθήϲεται, ἐπεὶ ἤδη ἐμελέτηϲε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶϲ τοῦτο μὴ πάϲχειν. «οὔ πώϲ ἐϲτ᾿ Ἀγέλαε διοτρεφέϲ »(Od. χ 136), «μή πώϲ με προϊδών »(0d. δ 396), «μή πώ μ’ ἐϲ θρόνον ἵζε διοτρεφέϲ» (Π. 553), «οὔ πώ μίν φαϲι φαγέμεν» (Od. π 143). οὕτωϲ οὖν καὶ τὸ «εἴ πώϲ εὑ πεφίδοιτο» οὐκ ἀναγκαϲτικὴν ἕξει τὴν ἐπὶ τοῦ πωϲ ὀξεῖαν. ὁ μέντοι Ἀρίϲταρχοϲ γενόμενοϲ κατὰ ταύτην τὴν προϲῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δαϲύνοντα λέγειν τὴν τρίτην ϲυλλαβήν· ϲημαίνει γὰρ εἴ πωϲ αὐτοῦ. A.