Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 25
Not analysed yet
25. οὐ δὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἐφίζανε: Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθ᾿ ἓν ἐλάμβανεν ὡϲ ἐν τῇ ϲυνηθείᾳ ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸν οὖ ϲύνδεϲμον παρελάμβανε, καὶ τὸ τῷ ἰϲοδυναμοῦν τῷ τούτῳ, ὁμοίωϲ τῷ «τοῦδ᾿ οὖ τοῦ λυκάβαντοϲ» (Od. ξ 161). ἴϲη δέ μοι δοκεῖ ἡ ἀνάγνωϲιϲ εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδ᾿ αὖ τοῦ λυκάβαντοϲ κατεπεῖγόν ἐϲτιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ ϲημαινομένου τὸ αὐτοῦ (cf. schol. Q eo loco). A.