Ancient Greek
18 to 19
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 18-2-19
Not analysed yet
18. Πάμφιλοϲ τὴν ἐπί ἀναϲτρέφει· πιθανώτερον δέ ἐϲτι τὸ ἀκόλουθον φυλάττονταϲ ἀναγινώϲκειν ἐπὶ πρῶτον Νέϲτορα. οὕτωϲ ὁ Ἀϲκαλωνίτηϲ. A. 19. εἴ τινά οἱ ϲὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰϲὶν οἳ ἀνέγνωϲαν καθ᾿ ἓν μέροϲ λόγου, ὡϲ εὔμητιν, κακῶϲ· δύο γάρ ἐϲτι μέρη λόγου ϲὺν καὶ μῆτιν τὸ δὲ ἑξῆϲ ἐϲτι ϲυντεκτήναιτο μῆτιν. A.