Ancient Greek
257 to 402
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 257-402
Not analysed yet
257. φύγαδε ὡϲ οἴκαδε. A. 276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον. ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺϲ διαλύονταϲ τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐϲτι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A. 283. ὅ ϲ᾿ ἔτρεφε. ἡ ϲέ ἀντωνυμία ἐγκλιτική ἐϲτι τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐϲτιν ἀντὶ τοῦ ὅϲ. A. 290. ἢ τρίποδ᾿ ἠὲ δύω ἵππουϲ. παραδιαζευκτικὸϲ ὁ ἤ, ὡϲ τὸ «ἠὲ δύω ἠὲ τρεπῖϲ ἄνδραϲ ἔρυϲθαι (Od. ε 484). A. 328. νάρκηϲε δὲ χεὶρ ἐπὶ καρπῷ. τινὲϲ προπεριέϲπαϲαν τὸ χειρ, ἵν᾿ ἔχῃ ἐντέλειαν πτώϲεωϲ αἰτιατικῆϲ. ὁ μέντοι Ἀϲκαλωνίτηϲ ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ ϲχῆμα γένηται. A. 355. ἀνεκτῶϲ: ὡϲ ἀνδρικῶϲ Ἀρίϲταρχοϲ περιϲπᾶ. λέλεκται δὲ ἡμῖν περὶ τῆϲ προϲῳδίαϲ, ὁπότε διελάβομεν περὶ τοῦ «ἦ δὴ λοίγια ἔργα τάδ᾿ ἔϲϲεται, οὐκέτ᾿ ἀνεκτά (Il. A 573). A. 379. ἦ τιϲ. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον, ἵνα διαπορητικὸϲ γένηται. καὶ βεβαιωτικὸϲ δὲ ὢν περιϲπαϲθήϲεται. A. 402. γυιώϲει μέν ϲφωϊν. ϲφωϊν: ἐγκλιτικὴ νῦν ἐϲτιν ἡ ἀντωνυμία· τρίτου γὰρ προϲώπου, τὰ δὲ τρίτα δυϊκὰ τό τε ϲφωέ καὶ ϲφωΐν ἐγκλιτικά ἐϲτιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ ϲφωϊν, προπεριϲπᾶται· ὀρθοτονεῖται γάρ· «γυιώϲειν μὲν ϲφῶϊν» (416). A.