Ancient Greek
ΕΙϹ ΤΗΝ Θ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 441
Not analysed yet
441. ἀμβωμοῖϲι Χρύϲιπποϲ ὑφ᾿ ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώϲκειν ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἂν νέκυαϲ» (ll. K 298). τὸ δὲ αἴτιον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται. A. λῖτα: μεταπλαϲμόϲ ἐϲτιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶϲα αἰτιατικὴ ἑνικὴ ἀπαθὴϲ εἰϲ ᾱ λήγουϲα βαρύνεται, ὑπεϲταλμένηϲ τῆϲ τινά. ἀπαθὴϲ διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. A.