Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 26
Not analysed yet
26. πῶϲ ἐθέλειϲ ἅλιον: δαϲυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλόϲ γενικὴν κτητικῶϲ μετήχθη. ϲημαντικὸν δέ ἐϲτι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηϲτον εἰϲ πόϲιν τὸ θαλάϲϲιον ὕδωρ. τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμόϲ λέγεται. A.