Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 3
Not analysed yet
3. νέκταρ ἐᾠνοχόει: διαφόρουϲ δόξαϲ ἐκτίθεται ἐν τῇ προϲψδίᾳ ὁ Ἡρωδιανόϲ, ᾗ δὲ ἀρέϲκεται, αὕτη ἐϲτίν. ἔθοϲ ἐϲτὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκιϲ τὸ κατ᾿ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔϲθ᾿ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήϲειϲ· «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ» (Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Il. 38) τὸ γὰρ ἐντελὲϲ «τῷ δ᾿ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατιόν «τὴν δ᾿ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν᾿» (Ιl. Ξ 168) ἀλλὰ τὸ κατὰ πλεονοϲμὸν τοῦ ε· «χηλοῦ δ᾿ ἄπο πῶμ᾿ ἀνέῳγεν» (ΙΙ. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. A 24) τὸ δὲ κατὰ πλεοναϲμόν, «οὐδ᾿ Ἀγαμέμνονι πάμπαν ἑήνδανε᾿» (d. γ 143). καὶ πάλιν «ἕϲϲατο δ᾿ ἔκτοϲθεν (Ιl. Κ 334)· εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. K 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι «κὰδ δ᾿ ἄρ᾿ ἐπὶ ϲτόμ᾿ ἔωϲεν» (Il. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ γάρ φηϲιν «ᾠνοχόει δ᾿ υἱὸϲ Μενελάου» (Od. o 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A.