Ancient Greek
272 to 496
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 272-496
Not analysed yet
272. ἦ: τὸν ἦ περιϲπαϲτέον· παραλλήλωϲ γὰρ κεῖται τῷ δή, βεβαιωτικὸϲ ὤν, ὁμοίωϲ τῷ «ἦ δὴ λοίγια ἔργα» (Il. Α 573). A. 291. ἦ: ὁμοίωϲ τὸν (βεβαιωτικὸν τὸν̣) ἦ περιϲπαϲτέον. A. 292. ἀπὸ ἧϲ ἀλόχοιο: τινὲϲ ἀνέγνωϲαν ἄπο ἧϲ ἀλόχοιο κατὰ ἀναϲτροφήν, ἵνα ϲημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεϲθαι τῇ κατειθιϲμένῃ ἀναγνώϲει· ϲυντέτακται γὰρ τῇ γενικῇ. A. 312. ὑποπεπτηῶτεϲ: δύναται κἂν ἀναϲτρέφεϲθαι. πιθανώτερον δὲ ϲυντάϲϲειν τῇ μετοχῇ τὴν πρόθεϲιν διὰ τὴν ἔμφαϲιν. A. 316. ἀμφιαχυῖαν: μετοχή ἐϲτι διὸ προπεριϲπαϲτέον. ϲημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι ϲυνεϲτάλη τὸ ι. A. 339. οὕτωϲ ϲυνθεϲίαι τε ὡϲ θυϲίαι τε. ὅϲοι δὲ προπαροξύνουϲι, πταίουϲι· τῆϲ γὰρ μεταγενεϲτέραϲ Ἀτθίδοϲ ἡ τοιᾶδε ἀνάγνωϲιϲ. A. 346. τοῦϲδε: ἕν ἐϲτι τὸ τοῦϲδε. διὸ προπεριϲπαϲτέον. A. 368. ἦ: Πτολεμαῖοϲ περιϲπᾷ τὸν η, διαπορητικὸν εκδεχόμενοϲ. εἰϲὶ δὲ οἳ ὀξύνουϲιν, ὥϲπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ. A. 393. ἄρκιον ἐϲϲεῖται: προπεριϲπαϲτέον τὸ ἐϲϲεῖται· οὐ γὰρ παροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ. A. 427. μῆῤ ἐκάη: Πτολεμαῖοϲ ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε παραλαμβάνων, εἶτα κάη, ἵνα φηϲὶν ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ ϲυνεκτικόν, ὥϲπερ εἶπον ἐντελῶϲ, ὁπότε διέλαβον ἐπὶ τοῦ «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα» (Il. Α 40), εἴγε ἤδη οἶδε καὶ τὰ μῆρα «μῆρα δὲ κείαντεϲ» (Od. ν 26). A. 495. Κλονίοϲ: παροξύνεται, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Ϲχεδίοϲ Χρομίοϲ Δολίοϲ, ἀντιπίπτει τὸ Ἅλιοϲ κατὰ τὴν παράδοϲιν, καὶ τὸ Ἄνιοϲ καὶ Κρόνιοϲ καὶ Ξένιοϲ. BL. 496. Αὐλίδα: ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἡ ἀνάγνωϲιϲ καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αὖλίν τ’ ἔϲφαγον» (fr. CXXIX Mein.) αἰτιατικὴ ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονεν. ἡ γὰρ εἰϲ ιν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. A.