Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 498
Not analysed yet
498. Θέϲπειαν: ἐκτετάϲθαι φαϲὶ διὰ τὸ μέτρον (sine dubio Θέϲπιαν scribentes). τὸ γὰρ τῆϲ ἱϲτορίαϲ ἐν ϲυϲτολῇ τέ ἐϲτι πληθυντικῶϲ τε λεγόμενον. ἴϲωϲ οὖν ὅλον ποιητικόν ἐϲτιν· ϲύνηθεϲ γὰρ αὐτῷ πολλάκιϲ τὰ πληθυντικῶϲ λεγόμενα καὶ ἑνικῶϲ προφέρεϲθαι, «καὶ εὐρυάγυιαν Ἀθήνην» (Od. η 80), «πολυχρύϲοιο Μυκήνηϲ» (Il. 180). καὶ. ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶϲ· «ἐκ μὲν Κρητάων γένοϲ εὔχομαι» (Od. ξ 199). ταῦτα ἐν τῇ προϲῳδίᾳ ὁ Ἡρωδιανόϲ. ἐν μέντοι τῷ ια΄ τῆϲ καθολικῆϲ προϲῳδίαϲ ἐν τοῖϲ προπαροξυτόνοιϲ καὶ ἔχουϲι πρὸ τέλουϲ τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθηϲι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶϲ καὶ ἐπιφέρει ὅτι καὶ Θεϲπιά ὀξυτόνωϲ λέγεται. A.