Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 280-2
Not analysed yet
280. μάρτυροι ἔϲτε: παροξύνεται τὸ ἔϲτε, ἵνα προϲτακτικὸν γένηται ὁμοίωϲ τῷ φυλάϲϲετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωϲιϲ· πολλὰ γάρ ἐϲτι προϲτακτικὰ ὡϲ πρὸϲ τοὺϲ θεοὺϲ «Ζεῦ πάτερ, ἀλλὰ ϲὺ ῥῦϲαι, ποίηϲόν τ᾿ αἴθρην, δόϲ τ᾿ ὀφθαλμοῖϲιν» (ΙΙ. P 645). ἀναγκαῖον μέντοι ἐϲτὶ παραφυλάξαι ἐκεῖνο, ὡϲ ὅτι τὰ εἰϲ τε λήγοντα πληθυντικὰ ὁριϲτικὰ καὶ προϲτακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεϲταλμένου τοῦ ἔϲτε, οἶον λέγετε —ὅτι λέγετε, ἄγετε ὅτι ἄγετε. A.