Ancient Greek
316 to 344
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 316-344
Not analysed yet
316. χαλκήρεϊ: προπαροξυτόνωϲ· ἔϲτι γὰρ παραγωγὴ διὰ τοῦ ηρηϲ, ἥτιϲ βαρύνεται, ξιφήρηϲ, ὀλιγήρηϲ, θυμήρηϲ, ἔνθεν τὸ «θυμῆρεϲ κεράϲαϲα» (Od. 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου καὶ διὰ τοῦ ᾱ ἡ ϲύνθεϲιϲ γένοιτο, καὶ ὀξεῖα τάϲιϲ ἐϲτίν· «ἔχει δ᾿ ἄλοχον θυμάρεα» (Ιl. 1 336). ABL. 344. διαμετρητῷ: Ἀρίϲταρχοϲ περιϲπᾷ καὶ οἱ ἄλλοι καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ· καί ἐϲτι παραϲύνθετον τὸ γὰρ ῥῆμα ϲυντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον» (315). A.