Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 299
Not analysed yet
299. τὸ ἀλκί μεταπλαϲμὸν ἔπαθεν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ. ὁ Ἀϲκαλωνίτηϲ δὲ οἴεται ἀπὸ τῆϲ ἄλξ εὐθείαϲ κλιθῆναι τὸ ἀλκί. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆϲ ἀρχαίαϲ ἀναγνώϲεώϲ φηϲιν ὅτι Ἀρίϲταρχοϲ. λέγει ὅτι ἔθοϲ τοῖϲ Αἰολεῦϲίν ἐϲτι λέγειν τὴν ἰωκήν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκήν ἄλκα ὡϲ ϲάρκα. εἰ δὲ ϲάρκα ὡϲ ἄλκα, καὶ ἀλκί ὡϲ ϲαρκί. AL.