Ancient Greek
302 to 343
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 302-2-343
Not analysed yet
302. ϲμερδαλέα ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνϲτῶτοϲ γάρ ἐϲτι καὶ παρατατικοῦ. οὐ μέντοι περιϲπαϲθήϲεται, ὡϲ οἴεται Τυραννίων. διδάϲκει τὰ κινήματα· «ἡμεῖϲ δὲ ἰάχοντεϲ (Od. δ 454) εἰ γὰρ περιεϲπᾶτο, ὡϲ νοοῦντεϲ ἐγίνετο. ἐπὶ δ᾿ ἴαχε λαὸϲ ὄπιϲθε» (11. N. 834). τρὶϲ δ᾿ ἀΐεν ἰάχοντοϲ» (ll. Λ 463) οὕτωϲ οὖν καὶ τὸ «φθέγξομ᾿ ἐγὼν ἰάχουϲα» (ll. Φ 341) ὀφείλομεν προπαροξύνειν. A. 308. ὦϲε δ᾿ ἀπό: οὐχ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτραφήϲεται ἡ πρόθεϲιϲ, ἐπεὶ τὸ ἑξῆϲ ἐϲτιν ἀπῶϲε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A. 322. ἀπό: οὐκ ἀναϲτρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ ϲυντάττεϲθαι καὶ ϲημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ «οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ (ll. Ι 353). ἢ καὶ παρέλκεται. A. 325. περί: οὐκ ἀναϲτρεπτέον· κεῖται γὰρ ἀντὶ τῆϲ ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶϲ, ὁπότε διελαμβάνομεν περὶ τοῦ «ἄλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων (Il. A 287). A. 332. πόλεμον κατακοιρανέουϲιν: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφαϲιϲ γενέϲθαι, εἰ ϲυνάπτοιτο τῷ κοιρανέουϲιν ,καί ἐϲτιν ὅμοιον τῷ «Ἴθάκην κατακοιρανέουϲιν» (Od. α 247). A. 343. ἰάχουϲα: Τυραννίων προπεριϲπᾷ τὸ ἰάχουϲα, κακῶϲ. LV.