Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 301-2
Not analysed yet
301. Ἀϲαῖον: προπεριϲπαϲτέον· παρὰ γὰρ τὸ αἶϲα γέγονεν, καὶ ἐξέϲτη πρότερον τὸ ῑ τὰ δὲ ἀπὸ τῶν εἰϲ ᾱ ληγόντων μακρῷ παραληγομένων παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα λουϲαῖοϲ, γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ. οὕτωϲ καὶ Ἀϲαῖοϲ. οὐ μάχεται τὸ Ἥραιοϲ προπαροξυνόμενον· πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιοϲ προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ. οὕτωϲ καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιοϲ. A.