Ancient Greek
306 to 383
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 306-383
Not analysed yet
306. ἀπὸ τοῦ ἀργεϲτήϲ ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεϲτᾶο προπεριϲπωμένωϲ. A. 326. παλινορμένω: Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίαϲ ϲύνθετον ἐκδέχεται καὶ Ἀρίϲταρχοϲ. εἴρηται δὲ περὶ τῆϲ ϲυνθέϲεωϲ τοῦ πάλιν ὡϲ πρὸϲ τὰϲ μετοχὰϲ ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθένταϲ διελαμβάνομεν (Α 59). A. 358. καταείϲατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ ϲχηματιϲμόϲ. A. 365. ἦ θήν ϲ᾿ ἐξανύω: τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέοϲ· ἐνεϲτὼϲ γάρ ἐϲτιν ἀντὶ μέλλοντοϲ. A. 370. Τυδείδῃ ἔπι τόξα τιταίνετο: οἱ ἀκριβῶϲ ἀναγινώϲκοντεϲ ἀναϲτρέφουϲι τὴν πρόθεϲιν· τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἐπὶ Τυδείδῃ. A. 383. οἵ τέ ϲε πεφρίκαϲιν: οὐκ ἀναγκαῖον ἀντιδιαϲτέλλειν, ὡϲ οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτοϲ εἶναι. A.