Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 308
Not analysed yet
308. πόλεαϲ: οὕτωϲ Ἀρίϲταρχοϲ προπαροξύνει, καὶ ἐπὶ τῶν πόλεων τὸ ϲημαινόμενον ἐκδέχεται, ᾧ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ, λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴϲ τὴν χρῆϲιν καὶ διὰ τοῦ ῑ, διὰ μὲν τοῦ ῑ· «ἐκ πόλιοϲ δ᾿ ἀλόχουϲ» (ι 41), «πολλέων ἔκ πολίων» (1 544)· διὰ δὲ τοῦ ε πόλεωϲ «χρυϲείην ἑκατὸν πόλεων» (Ε 744). πιθανὸν οὖν ἐϲτιν ἐκδέξαϲθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ ϲημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A.