Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 316-2
Not analysed yet
316. μόρφνον: ὡϲ ὕπνον. καὶ οὕτωϲ ἔχει ἡ ἀνάγνωϲιϲ. εἶτε μορόφονόϲ ἐϲτιν (sic accentus eduntur), εἴτε παρὰ τὴν ὄρφνην ἐϲχημάτιϲται, πλεονάϲαντοϲ τοῦ μ κατ’ ἀρχήν, ἵνα ϲημαίνηται ὁ μέλαϲ, εἴτε παρὰ τὸ μάρπτω μάρφνοϲ ἐϲτὶ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὗ ϲημαίνεται ὁ ταχύϲ, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεϲθαι διά τε τοὺϲ ϲχηματιϲμοὺϲ καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ γένουϲ, ἔχοντα πρὸ τέλουϲ τὴν ορ ϲυλλαβὴν πάντα βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ μο ϲ ληγόντων, οἷον χόρτοϲ, φόρτοϲ, ὅρκοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, πόρνοϲ. οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτωϲ δὲ θέλει καὶ τὸ πτόρθοϲ. οὕτωϲ μόρφνοϲ. παρεφύλαξα δὲ τὰ εἰϲ μοϲ διὰ τὸ κορμόϲ, φορμόϲ. τὸ μέντοι περκνόϲ ὀξύνεται ὁμοίωϲ τῷ πυκνόϲ. οὕπτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, μεταλαμβάνων εἰϲ τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτωϲ ἔχειν ὑγιῶϲ, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ ϲυλλαβῇ ὡϲ καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίϲταρχοϲ ἀετοῦ εἶδοϲ καὶ βαρύνει, ἀλλ’ ἐπείϲθη ἡ παράδοϲιϲ τοῖϲ ὀξύνουϲιν. A.