Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 318
Not analysed yet
318. ἐüκλήιϲ ἀραρυῖα: Ἀρίϲταρχοϲ ἐüκλήϊϲ ὡϲ ἐυκνήμιϲ, ϲύνθετον ποιῶν τὴν λέξιν, οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. εἰϲὶ δὲ οἳ διεῖλον «ἐ̣? κληῖϲ’ ἀραρυῖα »,οἷϲ ϲυγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶϲ ἀκούειν καὶ μὴ πάθοϲ ἐκδέχεϲθαι πληθυντικῆϲ δοτικῆϲ, λέγω δὲ τὸ τῆϲ ἐκθλίψεωϲ. ὃ δέ φημι, τοιοῦτόν ἐϲτιν, ὡϲ ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ πληθυντικῆϲ, κερκίδ’ ὕφαινε» (Od. ε 62) «χέρϲ’ἐρετάων» (Od. ν 115) καὶ νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν »(Π. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ ιϲ ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξιϲ κρίϲεωϲ δεῖται κατὰ τὴν ἀνάγνωϲιν, δῆλον ὅτι ϲυνθέτωϲ ἀναγνωϲόμεθα, ὅπωϲ μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆϲιν παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν ϲημειώδη. εἰ δὴ ϲύνθετόν ἐϲτι τὸ εὐκλήϊϲ, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ ϲυνθέϲει, ὡϲ ἐν τῷ κ′ τῆϲ καθόλου φηϲὶν ὁ αὐτόϲ· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐϲτήϲαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν ταῦτά φηϲιν· κἄλλωϲ τε εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲιν ἐν τῷ ἐϋκνήμιϲ, μελαμψήφιϲ· καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται». A.