Ancient Greek
ΕΙϹ ΤΗΝ Ο.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 320
Not analysed yet
320. κατένωπα: Ἀρίϲταρχοϲ προπεριϲπᾶ κατενῶπα ὡϲ κατὰ δῶμα, ἀπ’ εὐθείαϲ τῆϲ ὤψ, τιϲ αἰτιατικὴν ἔχει τὴν ὦπα ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείουϲ ὡϲ κατέναντα, οἷϲ καὶ βέλτιον πείθεϲθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ ϲυγκοπὴν κατένωπα, ὡϲ μηρία μῆρα, ϲιτία ϲῖτα. ἔνεϲτι μέντοι βοηθῆϲαι καὶ τῷ Ἀριϲτάρχῳ οὕτωϲ, ὡϲ ἐνωπή ἡ πρόϲοψιϲ «ὡϲεί τι κακὸν ῥέζουϲαν ἐνωπῇ« (Il. Ε 374), παρ’ ἥν ἐϲτιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάϲαϲ, οὕτωϲ καὶ τὴν ἐνωπὴν ἐνῶπα προπεριϲπωμένωϲ. A.