Ancient Greek
335 to 359
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 335-2-359
Not analysed yet
335. Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ. βαρυτόνωϲ δὲ ἀναγνωϲτέον ὡϲ Ἰθάκη, ὡϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δεϲμωτηρίου. AD. 338. Ϲφήλοιο: ὡϲ φίλοιο. ἔϲτι δὲ καὶ κανὼν ὡϲ τὰ εἰϲ λοϲ διϲύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεϲθαι θέλει, Τῆλοϲ, Μῆλοϲ, Βῆλοϲ οὕτωϲ οὖν καὶ Ϲφῆλοϲ. τὰ μέντοι προϲηγορικὰ καὶ ὀξυτονεῖται, πηλόϲ χηλόϲ, καὶ βαρύνεται, ὡϲ δῆλοϲ τὸ ἐπιθετικὸν καὶ ἧλοϲ καὶ ζῆλοϲ, περὶ ὦν εἰρήϲεται ἡμῖν ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ. A. 339. Μηκιϲτῆ. ὁμοίωϲ τῷ «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί (Il. Δ 384). καὶ τοι ἀπεκόπη ἡ Μηκιϲτῆα αἰτιατική, ἢ Δωρικῶϲ κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον. A. 351. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουϲι. εἴρηται δὲ περὶ τῆϲ προϲῳδίαϲ ἐν τῇ Λ (454). AB. 359. ἐπεκτέταται τὸ ᾗϲιν· ἀντὶ γὰρ τοῦ ᾗ ἐϲτὶν ὑποτακτικοῦ, ὅπερ ἡ ϲυνήθεια λέγει μετὰ προθέϲεωϲ ἀφῇ. διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δαϲύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δαϲυνομένου κέκλιται. A.