Ancient Greek
321 to 336
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 321-336
Not analysed yet
321. περίκειται. ὁ Ἀϲκαλωνίτηϲ δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ προπεριϲπᾷ· ϲημαίνει δέ φηϲι τὸ περιϲϲῶϲ κεῖται. εἰϲὶ δὲ οἳ ὑφ᾿ ἓν ἀναγινώϲκουϲι περίκειται ὡϲ ἀντίκειται, οἷϲ ϲυγκατατίθεμαι· τί γάρ ἐϲτι τὸ κωλῦον καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖν, A. 336. θυμαρέα: τῇ ψυχῇ ἀρέϲκουϲαν, θυμήρη. ϲύνθετον δέ ἐϲτι παρὰ τὸ ἄρω θυμαρήϲ, καὶ οὕτωϲ ἀνέγνωμεν «Εὔμαιοϲ δ᾿ ἄρα οἱ ϲκῆπτρον θυμαρέϲ» (Od. ρ 199) διὰ τοῦ α. οὐ τάρ ἐϲτι παρώνυμον διὰ τοῦ ηρηϲ, τὰ γὰρ διὰ τοῦ ηρηϲ καὶ ωδηϲ παρώνυμα βαρύνεται, ξιφήρηϲ, ὀλιγήρηϲ, τοξήρηϲ, ὀνώδηϲ καὶ βοώδηϲ. A.