Ancient Greek
153 to 292
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 153-2-292
Not analysed yet
153. πᾶϲαι δ᾿ ἐγγὺϲ ἁλὸϲ νέαται Πύλου ἠμαθόεντοϲ: ὡϲ κέαται. ϲημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παραγωγὸν ναίω. ὅϲοι δὲ παροξύνουϲιν ὡϲ ἐπὶ τοῦ ἔϲχαται κατὰ τὸ νοητὸν παραλαμβάνουϲιν· οὐδ᾿ εὐθεῖαν δὲ ὑγιῶϲ παροξύνουϲιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι· Ἀπολλώνιοϲ (?Ἀπολλόδωροϲ ex schol. L) δὲ διὰ τοῦ κ γράφει κέαται. A. 164. διδοῖϲ. ὡϲ ὀρθοῖϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. καὶ γὰρ τὸ τρίτον «εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ» (Il. 515). A. 167. οἱ δέ: βαρυτονητέον δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰϲὶ δὲ οἳ προπεριέϲπαϲαν, οὐκ εὖ· χρεία γάρ ἐϲτι τοῦ δέ ϲυνδέϲμου. A. 184. περιϲπαϲτέον τὸ πεπιθεῖν δεύτεροϲ γὰρ ἀόριϲτοϲ. ABL. 197. ἦ φίλοι ἄνδρεϲ ἱκάνετον. ἦ τι μάλα χρεώ: ἀμφοτέρουϲ τοὺϲ ϲυνδέϲμουϲ περιϲπαϲτέον· βεβαιωτικοὶ γάρ. A. 202. καθίϲτα: εἰ καθίϲτανε τὸ πλῆρεϲ, οὕτωϲ καὶ ἐπὶ τῆϲ ἀποκοπῆϲ. εἰϲὶ δὲ οἳ ἐκτείνουϲιν, ἀπὸ τοῦ ἱϲτῶ τὴν κλίϲιν παραλαμβάνοντεϲ. A. 206. κρεῖον ὡϲ. θεῖον. γέγονε δὲ παρὰ τὸ κρέαϲ. A. 220. θυηλάϲ: ὡϲ ἀπαρχάϲ. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ ὀξύνεται, ὥϲπερ τὸ γαμφηλή, θυηλή, καὶ βαρύνεται, ὡϲ τὸ ἀνθήλη. A. 230. ἐν δοιῇ. περιϲπαϲτέον· δοτικὴ γὰρ ἀκόλουθοϲ εὐθείᾳ τῇ δοιόϲ, οὗ τὸ θηλυκὸν δοιή. A. 236. Ἀρίϲταρχοϲ ὑφ᾿ ἓν μέροϲ λόγου τὸ ἐνδέξια, ἐπὶ τὴν δε ϲυλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀϲκαλωνίτηϲ κατὰ παρολκὴν παραλαμβάνει τὴν ἐν πρόθεϲιν, ὥϲτε εἶναι δέξια ϲήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. A. 240. ἠῶ. τὴν ἠῶ κατ᾿ αἰτιατικὴν πτῶϲιν περιϲπαϲτέον, καὶ τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰϲ ω λήγοντα θηλυκὰ ἐπ᾿ εὐθείαϲ καὶ αἰτιατικῆϲ ὁμοτονήϲει ὀξυνόμενα, τὸ δὲ ἠώϲ καὶ αἰδώϲ μόνα ἕξει ἐπ᾿ αἰτιατικῆϲ τὴν περιϲπωμένην τάϲιν. A. 292. οὕτωϲ Ἱρήν ὀξυτόνωϲ, ὡϲ ἐν τῇ καθόλου. A.