Ancient Greek
335 to 364
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 335-364
Not analysed yet
335. ὔμμεϲ: οὕτωϲ ψιλωτέον τὸ υ τοῦ ὔμμεϲ· ἡ γὰρ λέξιϲ Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ ϲυναλοιφὴ «αἴκ᾿ ὔμμιν ὑπέρϲχῃ χεῖρα Κρονίων». (Il. Δ 249). ABL. 363. εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡϲ βαρύτονον καὶ ὡϲ περιϲπώμενον κλίνει. ἢ ὅτι ἀνθ᾿ ὑποτακτικοῦ ἐϲτι, καὶ ἡ ϲυϲτολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. A. 364. ϲτενάχων: ὁ Ϲιδώνιοϲ περιϲπᾷ, ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει. τὰ πολλὰ γάρ, φηϲί, κινήματα ὡϲ ἀπὸ βαρυτόνου γέγονεν· «βαρὺ δὲ ϲτενάχοντοϲ ἄκουϲα (Od. θ 95)· «ἐπεϲτενάχοντο δ᾿ ἑταῖροι» (Il. Δ 154). BL.