Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 368
Not analysed yet
368. δάϲϲαντο μετὰ ϲφίϲιν: τοῦ ϲφίϲι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, εἰ καὶ οὐκέτι διηνεκὴϲ ὁ λόγοϲ· ἔϲτι γάρ τινα ἐναντιούμενα· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ» (Od. ρ 441). καὶ ὅτι μετὰ προθέϲεώϲ ἐϲτιν. ὅταν γὰρ πρόθεϲιϲ ᾖ μετὰ ἀντωνυμίαϲ, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «ϲὺν ϲοὶ δῖα θεά (Il. Κ 290)· «προτὶ οἷ δ᾿ ἔλαβ᾿ ἔντεα» (Il. Υ 418)· «κατὰ ϲφέαϲ γὰρ μαχέοντο» (Il. Β 366)· «ἀπὸ ἕο κάββαλεν» (Il. Θ 343)· «ἀμφὶ ἓ παπτήναϲ» (Il. Δ 497), τοῦ «ἆλτ᾿ ἐπί οἱ μεμαώϲ» (Il Φ 174) ζήτηϲιν ἔχοντοϲ. A.