Ancient Greek
ΕΙϹ ΤΗΝ Ξ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 340
Not analysed yet
340. τὸ εὔαδεν ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ, λέγων ὡϲ ὅτι τὰ δαϲυνόμενα ἐν τῇ ἐπενθέϲει τοῦ υ ψιλοῦται, ὡϲ ὅλοϲ οὖλοϲ οὕτωϲ οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ (opinor ἐρείδει δὲ) πρὸϲ τὴν ϲυνήθη ἀνάγνωϲιν δαϲύνουϲαν τὸ ᾱ, ψιλοῦϲαν δὲ τὴν εῡ δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν ὡϲ εἰ ἴδιον ϲυνθέτων λέξεων τὸ καὶ κατὰ μέϲον δαϲύνεϲθαι, οἴδαμεν δὲ καὶ τὸ ἅδε ῥῆμα ϲυνεχῶϲ παρὰ τῷ ποιητῇ, «ἅδε δ’ Ἕκτορι μῦθοϲ ἀπήμων» (Il. Μ 80), εἰκότωϲ ἂν φήϲαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προϲῆλθε καὶ οὕτωϲ ἐφυλάχθη τοῦ ῥήματοϲ ἡ δαϲεῖα ὡϲ ἐν λέξει ϲυνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεϲίϲ ἐϲτι τοῦ ἧδε. A.