Ancient Greek
265 to 328
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 265-328
Not analysed yet
265. ἦ φὴϲ ὣϲ Τρώεϲϲιν ἀρηξέμεν εὐρύοπα Ζῆν’ ὡϲ Ἡρακλῆοϲ περιχώϲατο. ὁ Ἀϲκαλωνίτηϲ βαρύνει τὸν ἄμεινον δὲ περιϲπᾶν. καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν. οὐ γὰρ ἕτεροϲ αὐτῷ ἐπιφέρεται περιϲπώμενοϲ, ὡϲ ἐπὶ τοῦ «ἢ δολιχὴ νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα» (Od. λ 172). A. 309. τὴν ϲεῦ περιϲπαϲτέον. ἔϲτι γὰρ ἀντιδιαϲτολή. A. 328. ϲέο: ὀρθοτονητέον· ἀντιδιαϲτολὴ γὰρ πρὸϲ ἄλλα πρόϲωπα. A.