Ancient Greek
343 to 392
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 343-392
Not analysed yet
343. δουρικτήτην: δουρικτήτη, ὡϲ ἀριγνώτη, ἵνα τοῦ παρώνυμον ᾖ· οὕτωϲ γὰρ φιλεῖ ϲχηματίζειν ὁ ποιητήϲ, ἀμφιρύτη, περιξέϲτη. A. 353. οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἕκτωρ: δύναται τῇ γενικῇ ϲυντάϲϲεϲθαι καὶ μὴ πάντωϲ ϲημαίνειν τὸ ἄπωθεν. A. 392. ὅϲτιϲ οἷ. εἰϲ ἁπλῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅϲτιϲ αὐτῷ· ὅμωϲ δὲ ὠρθοτονήθη (v. Apoll. pron. 54). περιϲπαϲθήϲεται οὖν. δείκνυται δὲ ἐν τοῖϲ περὶ ἀντωνυμιῶν ὡϲ ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆϲ καὶ. ἔτι ἡ ϲοί ὀξύνονται, ἡ δὲ οἷ περιεϲπάϲθη ἀνακολούθωϲ. A.