Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 393
Not analysed yet
393. ϲόωϲι: Τυραννίων προπεριϲπᾷ ὡϲ νοῶϲιν, ὡϲ ἀπὸ τοῦ ϲοῶ περιϲπωμένου, ἐπεί, φηϲί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν «ἣ κέν ϲφιν νῆάϲ τε ϲοῷ καὶ λαὸν Ἀχαιῶν» (424) καὶ τὸ δεύτερον «ὅππωϲ κεν νῆάϲ τε ϲοῷϲ κϲὰ λαὸν Ἀχαιῶν» (681). Ἀπίων δὲ διὰ τοῦ ᾱ γράφει, ἐπεὶ καὶ ἐν ἄλλοιϲ οὕτωϲ εὑρίϲκεται, «ϲάωϲε δὲ νυκτὶ καλύψαϲ» (Il. Ε 23) καὶ «τὸν μὲν ἐγὼν ἐϲάωϲα» (Od. ε 130) κμὶ «ἀλλὰ ϲάω μὲν ταῦτα, ϲάω δ᾿ ἐμὲ» (Od. ν 230) καὶ ἐπὶ μέλλοντοϲ «κερδαλέηϲ εἴ τίϲ κεν ἐρύϲεται ἠδὲ ϲαώϲει» (Il. K 44). ἡ δὲ πλείων χρῆϲιϲ, ὧν ἐϲτι καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ϲώζωϲι. καὶ δῆλον ὅτι τοῦ ϲώωϲι ϲυϲτολὴν αὐτοὺϲ δεῖ παραδέξαϲθαι. πρόδηλον κἀκ τῆϲ μετοχῇϲ· «τὼ δ᾿ ἑτέρω ἑκάτερθεν ἴτην ϲώοντεϲ ἑταίρουϲ» (Od. ι 430). A.