Ancient Greek
343 to 540
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 343-2-540
Not analysed yet
343. τὴν ῥάβδον ϲυϲταλτέον κατὰ τὴν πρώτην ϲυλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β ϲυϲτέλλεϲθαι θέλει, ἁβρόϲ, Ἄβδηροϲ, Ἀβαρβαρέη, ἐπιγράβδην. οὕτωϲ οὖν ἐχέτω καὶ ἡ ῥάβδοϲ. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐϲημειοῦτο. A. 388. ἔνιϲπεϲ: ὡϲ ἔδραμεϲ. ἔϲτι γὰρ ὁριϲτικὸν ἐκ τοῦ ἤνιϲπεϲ τὴν ἄρχουϲαν ϲυϲτείλαντοϲ. τὸ μέντοι προϲτακτικὸν πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν «ϲὺ δ’ ἀληθὲϲἐνίϲπεϲ (Od. γ 247) ὁμοίωϲ τῷ ἐπίϲχεϲ. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐϲτὶ τῆϲ προθέϲεωϲ, ὅπου δὲ τοῦ ῥήματοϲ. τὸ μέντοι ἄνευ τοῦ ϲ προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτέϲ μοι ἔνιϲπε» (Od. δ 642). 540. παναὥριον: οἱ μὲν ἐδάϲυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄὡρον, οἱ δὲ ἐψίλωϲαν ἐκδεχόμενοι τὸν εἰϲ πάντα πεφροντιϲμένον ἄμεινον δὲ τὸ πρότερον. τοῦτο γὰρ ἐθέλει ϲημαίνειν. A.