Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 35
Not analysed yet
35. ὦχροϲ: οὕτωϲ ὦχροϲ ὡϲ ὦμοϲ, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροόϲ ἐϲτιν, ὃ ἐν ὑπερθέϲει γίνεται ἄοχροϲ καὶ κατὰ ϲυναλοιφὴν ποιεῖ τὸ ὦχροϲ βαρυνόμενον. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ι, βαρύνεται, ὦμοϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδόϲ. BL. παρειά: οὕτωϲ ὀξυτόνωϲ καὶ χωρὶϲ τοῦ ϲ γραπτέον, ἵνα ᾖ οὐδέτερον. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰϲ οὐδέτερον γένοϲ τοῦ αὐτοῦ ϲημαινομένου μένοντοϲ τὸν αὐτὸν φυλάϲϲει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον γὰρ τὸ ϲημαινόμενον. οὕτωϲ παρειαί παρειά. φαϲὶ μέντοι Ἀρίϲταρχον καὶ Ἀριϲτοφάνην γράφειν παρειὰϲ ϲὺν τῷ ϲ, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει (Il. Ϲ 123). A.