Ancient Greek
43 to 122
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 43-122
Not analysed yet
43. ἦ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ ἐϲτι καὶ ἰϲοδυναμεῖ τῷ δή. A. 63. ὡϲ ϲοί: ἡ ϲοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδιαϲτολήν. A. 97. νῦν: τὸ νυν περιϲπαϲτέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ. A. 102. διακρινθεῖτε: οὕτωϲ προπεριϲπᾶται διακρινθεῖτε· ἔϲτι γὰρ εὐκτικόν, κατὰ πάθοϲ γεγονὸϲ ἐκ τοῦ διακρινθείητε, ὁμοίωϲ τῷ «καὶ εἴ ποθεν ἀλλ᾿ ἐπιθεῖτε» (Od. χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥϲπερ καὶ τὸ «ἡμεῖϲ δ᾿ ἐϲ δεκάδαϲ διακοϲμηθεῖμεν Ἀχαιοί» (Il. Β 126). A. 122. γαλόῳ: βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰϲ ωϲ θηλυκά, ὑπὲρ μίαν ϲυλλαβήν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλωϲ, Κέωϲ, ἕωϲ· οὕτω γάλωϲ. τοῦτο δὲ ἀξιοῖ Τρύφων ἐν τῷ α΄ περὶ ἀρχαίαϲ ἀναγνώϲεωϲ. A.