Ancient Greek
ΕΙC ΤΗΝ Ψ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 361
Not analysed yet
361. προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται, ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἄλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ῑ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου ». καὶ πάλιν προπεριϲπαϲτέον. ἐν ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον καὶ περὶ γραφῆϲ τῆϲ κατὰ γενικήν, λέγω δὲ τῆϲ δρόμου ἢ αἰτιατικῆϲ πληθυντικῆϲ τῆϲ δρόμουϲ. A.