Ancient Greek
366 to 426
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 366-426
Not analysed yet
366. ἦ: περιϲπᾶται ὁ ἦ· βεβαιωτικὸϲ γάρ. A. 426. ἔνθα κάθιζ᾿ Ἑλένη: κάθιζ᾿: ϲυϲτέλλειν δεῖ τὸ ῑ καὶ προπαροξύνειν τὸ κάθιζε. ὅϲα γὰρ παρψχημένου ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα ϲυντιθέμενα ἀναδίδωϲι τὸν τόνον· εἶχον ϲυνεῖχον· ἀλλ᾿ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνοϲ «νὺξ δὲ μάλα ϲτυγερὴ κάτεχ᾿ οὐρανόν (Od. ν 269). οὕτωϲ ἷζε κάθιζε «Νέϲτωρ τ᾿ αὐτὸϲ ἔφοζε» (Od. γ 411). A.