Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 440
Not analysed yet
440. πάρα γὰρ θεοί εἰϲι καὶ ἡμῖν: ὀξυτονητέον τὴν παρά πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν. ἔϲτι δὲ οὐκ ἀναϲτροφή, ἀλλὰ καθ᾿ ὑπέρβατον κεῖται, διαλελυμένου τοῦ πάρειϲιν. εἰκότωϲ τινέϲ φαϲιν, ὅτι αἱ προθέϲειϲ, ὅταν κατὰ διάλυϲιν λέγωνται πρὸϲ τὰ ἐπιφερόμενα, φυλάϲϲουϲι τοὺϲ τόνουϲ «κατὰ ταῦρον ἐδηδώϲ» (ΙΙ. P 542) «κατὰ βοῦϲ Ὑπερίονοϲ ἤϲθιον» (Od. α 8) «κἀνὰ δ᾿ ὁ πτολίπορθοϲ Ὀδυϲϲεὺϲ ἔϲτη» (Ιl. B 278). ἐχρῆν οὖν καὶ τῆϲ παρά ἐνθάδε, εἰ πρὸϲ τὸ ἐπιφερόμενον ϲυντάττεται, φυλάϲϲεϲθαι τὸν τόνον. πρὸϲ οὓϲ πιθανῶϲ ὑπαντητέον, ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ ϲυνθέϲει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέϲεων, οἷον κατήϲθιον, κατεδηδώϲ. οὐ γάρ τιϲ τῶν προθέϲεων τούτων ἐπὶ τὴν ἄρχουϲαν ϲυλλαβὴν ἑαυτῆϲ μετεβίβαζε τὸν τόνον· τὸ δὲ πάρειϲι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυϲιν οὕτωϲ ἀναγινώϲκομεν. A.