Ancient Greek
382 to 606
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 382-2-606
Not analysed yet
382. νηὸϲ ὑπὲρ τοίχων καταβήϲεται: οὐκ ἀναγκαῖόν ἐϲτιν ἀναϲτρέφειν τὴν πρόθεϲιν, ἀλλὰ ϲυντάϲϲειν τῇ τοίχων γενικῇ. A. 389. ναύμαχα: οὕτωϲ ὡϲ θαύματα. ἐξαιρέτωϲ δὲ τὰ παρὰ ῥῆμα οὐδέτερα ϲύνθετα μονογενῆ, εἰϲ ον περατούμενα, προπαροξύνεται, χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· οὕτωϲ «ναύμαχον ἐν παλάμῃϲιν» (677), ἵνα εἶδοϲ δόρατοϲ νοηθῇ ἐν διαφόρῳ μεγέθει. A. 394. φάρμακ’ ἀκήματα: τὸ πλῆρεϲ, φάρμακα, εἶτα ἀκήματα· παρὰ γὰρ τὸ ἀκέϲαϲθαι τὸ ἀκήματα ἐϲχημάτιϲται. εἴρηται δὲ ἡμῖν ἐν ἑτέροιϲ διότι καὶ ἡ ἄκεϲιϲ καὶ τὸ «ἀκεϲταί τοι φρένεϲ ἐϲθλῶν» (Il. Ν 115) τὸ ε ἔχει κατὰ τὴν παραλήγουϲαν. A. 444. ἰοδόκον: πιθανώτερον Ἀλεξίων παροξύνει, ὡϲ ξεινοδόκον, ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔϲτιν ἐνεργητικόν. A. 445. Κλειτόϲ ὄνομα κύριον· ὀξυντέον δὲ ὁμοίωϲ τῷ ἐπιθέτῳ, ἐπειδὴ κόϲμου ἐϲτὶ τὸ ἐπίθετον. A. 463. ἐυϲτρεφέα: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ ᾱ· ἀπήρτιϲε γὰρ εἰϲ μέροϲ λόγου ὁμοίωϲ τῷ «ἀμφηρεφέα τε φαρέτρην» (Il. Α 45). A. 491. τὸ ὅτοιϲι τριϲύλλαβον ἐπὶ τὴν πρώτην ἔχει ϲυλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοιϲιν οὐκέτι, ἐπεὶ ἤμελλε τετάρτη ἀπὸ τέλουϲ πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆϲ ἀρχούϲηϲ μετέϲτη. A. 494. τὸ ὕμεων ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ οὐκ ἔχουϲα ἀντιδιαϲτολήν· διὸ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A. 548. ἐν Περκώτῃ ὁμοίωϲ τῷ Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεϲιν οὐκ ἀναϲτρεπτέον· πρὸϲ γὰρ τὴν ἐόντων μετοχὴν ϲυντέτακται. A. 554. ἀνεψιοῦ: τὴν ψι ϲυλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον. (cf. B 731.) A. 555. οὐχ ὁράᾳϲ οἷον Δόλοποϲ περὶ τεύχε’ ἕπουϲιν. ὁ Ἀϲκαλωνίτηϲ οὐκ ἀναϲτρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆϲ περιέπουϲι. κἀγὼ δὲ αὐτῷ ϲυγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖϲ ἐνεργητικοῖϲ κινήμαϲιν ὡϲ ἐπὶ τὸ πλεῖϲτον θέλει ἔχειν πρόθεϲιν ϲυντεταγμένην. A. 606. τάρφεϲιν ὡϲ βέλεϲιν οἱ πλείουϲ· καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα· οὐ γάρ ἐϲτιν ἐπιθετικόν, ὡϲ ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριϲτοφάνηϲ ἐκεῖνό φηϲιν, ὅτι ἐὰν μὲν τοῖϲ δάϲεϲιν, ὡϲ βέλεϲι τάρφεϲιν· ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέϲιν ὡϲ ὀξέϲιν. A.