Ancient Greek
ΕΙϹ ΤΗΝ Ο.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 365
Not analysed yet
365. ἤϊε: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τῆϲ ἕϲεωϲ τῶν βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα ψιλῶϲ, ἀπὸ τῆϲ ἰάϲεωϲ. καὶ οὕτωϲ ἐπείϲθηϲαν οἱ γραμματικοὶ πρὸϲ διάφορον ἐτυμολογίαν διαφόρωϲ ἀναγινώϲκειν. ἀγνοοῦϲι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντοϲ ψιλοῦται, ἠώϲ, ἤϊα. ταύτῃ καὶ τὸ «ἥτε ξείνων θέμιϲ ἐϲτί» (Od. ι 268) δαϲύνεται, τὸ δὲ ἠύτε ψιλοῦται· καὶ τὸ ἕωϲ δαϲύνεται, τὸ δὲ ἠώϲ ψιλοῦται· καὶ τὸ ἥλιοϲ δαϲύνεται, τὸ δὲ ἠέλιοϲ ἐψιλώθη. ὥϲτε εἴτε ἐκ τοῦ ἥϊοϲ δαϲυνομένου ἐϲτὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνωϲ ψιλωτέον. A.