Ancient Greek
388 to 390
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 388-390
Not analysed yet
388. διὰ πρὸ δὲ χαλκὸν ἔλαϲϲεν: τινὲϲ περιϲϲεύειν φαϲὶ τὴν πρό, ἵν᾿ ᾖ διήλαϲεν, ὁ δὲ Ἡρωδιανόϲ φηϲιν ὅτι εἰϲ τὸ πρόϲθεν διήλαϲεν. BL. 390. οὔρεϲι τέκτονεϲ: Νικίαϲ ὑφ’ ἕν, κακῶϲ· ἔδει γὰρ καὶ τὸ οὔρεϲι βουκόλοι (571) ϲυνάπτειν. ἄλλωϲ τε ἔϲονται οἱ ὄρη καταϲκευάζοντεϲ. δύο οὖν μέρη λόγου ἐϲτὶ καὶ λείπει τὸ οὖϲαν. BL.