Ancient Greek
ΕΙϹ ΤΗΝ Ν.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 382
Not analysed yet
382. ἑεδνωταί: ὡϲ χρυϲωταί καὶ ποιηταί. οὕτωϲ πάντεϲ. Τυραννίων δὲ προπεριϲπᾷ, οὐχ ὑγιῶϲ· προείρηται δὲ ἡμῖν (Ε 158) τὰ τῆϲ προϲῳδίαϲ ὡϲ τὰ εἰϲ τηϲ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρῷ παραληγόμενα ὀξύνεϲθαι θέλει, αὐλητήϲ, πειρατήϲ, χηρωϲτήϲ, βραβευτήϲ. οὕτωϲ οὖν καὶ τὸ ἑεδνωτήϲ, ϲχηματιϲθὲν παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53). περὶ δὲ τῶν ἀήτηϲ καὶ κυβερνήτηϲ βαρυνομένων λόγον δίδομεν (v. l. l.) . A.