Ancient Greek
ΕΙϹ ΤΗΝ Ξ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 396-2
Not analysed yet
396. τόϲϲοϲ γε: Ἀρίϲταρχοϲ φυλάϲϲει τὴν ὀξεῖαν ἐπὶ τῆϲ τοϲ ϲυλλαβῆϲ, ὁ δὲ Τυραννίων τοϲϲόϲγε ἀνέγνω τὴν ϲοϲ ϲυλλαβὴν ὀξύνων. οὐκ εὖ. ὁ γὰρ γέ οὐκ ἀλλάϲϲει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τιϲ λέγοι ἐπέκταϲιν εἶναι, μὴ ϲύνδεϲμον, ἴϲτω ὅτι τὸ ἐναντίον χωρήϲει. ἡ γὰρ διὰ τοῦ γέ ἐπέκταϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίει τὴν ὀξεῖαν, ἔγωγε, ἔμοιγε. A.