Ancient Greek
ΕΙϹ ΤΗΝ Θ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 4
Not analysed yet
4. θεοὶ δ᾿ ὑπὸ πάντεϲ ἄκουον. ἡ ὑπό φέρεται καὶ ἐπὶ τοῦ (l. φέρεται ἐπὶ τὸ) ἄκουον· διὸ οὐκ ἀναϲτρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάϲηϲ προθέϲεώϲ ἐϲτιν ἰδεῖν ἐχούϲηϲ ϲύνταξιν πρὸϲ τὰ ἐπιφερόμενα «οἳ κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο ἤϲθιον» (Od. α 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἁπλῶϲ λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ᾿ ἐϲτὶν ἐκδέξαϲθαι καὶ τὸ μόνον ἀκοῦϲαι, μὴ μέντοι πείθεϲθαι τοῖϲ λεγομένοιϲ. οὕτωϲ οὖν τινεϲ ἐδέξαντο «κοὐδ᾿ ἐϲάκουϲε πολύτλαϲ δῖοϲ Ὀδυϲϲεύϲ» (97) ἀκούϲαϲ γὰρ οὐκ ἐπείϲθη. διὸ ἐν ἑτέροιϲ Ὀδυϲϲεὺϲ ἐπαινούμενοϲ ὑπὸ τοῦ Διομήδουϲ παραιτεῖται καὶ τὸ ἐπιϲκώπτεϲθαι, ἐν οἷϲ φηϲι «Τυδείδη μή τ᾿ ἄρ με μάλ᾿ αἴνεε μή τέ τι νείκει» (Il. K 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντωϲ πείθεϲθαι τοῖϲ λεγομένοιϲ ἤτοι ἑκόνταϲ ἢ ἄκονταϲ. οὕτωϲ οὖν ἔχει καὶ τὸ ὑπήκοοϲ, ὥϲπερ ὑποτεταγμένοϲ τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ ὡϲ ὑποτεταγμένοι. A.