Ancient Greek
282 to 425
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 282-425
Not analysed yet
282. πιθέϲθαι: παροξυντέον· μέϲοϲ γάρ ἐϲτι δεύτεροϲ ἀόριϲτοϲ. BLV. 289. πινυτήν. Ἀρίϲταρχοϲ ὡϲ καλήν, καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. A. 334. ἀπὸ πρὸ νεῶν. τὰϲ δύο προθέϲειϲ ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό ϲυντάϲϲηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A. 362. ἀπόφημι. ὡϲ ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ ϲυνθέϲει ἀναδίδωϲι τὸν τόνον. A. 393. ἦ μήν. περιϲπᾶται ὁ ἦ ἰϲοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐϲτι τὸ «ἦ μὴν καὶ πόνοϲ ἐϲτίν» (Ιl. B 291). A. 425. νίζοντεϲ ἄπο. τὸ ἑξῆϲ ἀπονίζοντεϲ διὸ ἀναϲτρεπτέον. A.