Ancient Greek
4 to 10
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 4-2-10
Not analysed yet
4. εὗρε δὲ Πατρόκλ ῳ περικείμενον: τινὲϲ ἀνέϲτρεψαν τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ ἔφη (284) ἀμφ’ αὐτῷ χυμένη», τῇ δοτικῇ ϲυντάξαϲ τὴν πρόθεϲιν, οὐ τῇ μετοχῇ· ἡμῖν δὲ δοκεῖ, ὥϲπερ ἔτι καὶ τοῖϲ πλείοϲι καὶ τῷ Ἀϲκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφαϲιϲ γὰρ μείζων νοεῖται. A. 10. τύνη δ’ Ἡφαίϲτοιο πάρα κλυτὰ τεύχεα δέξο: ἀναϲτρεπτέον τὴν πρόθεϲιν· ἔϲτι γὰρ παρ’ Ἡφαίϲτου. A.