Ancient Greek
ΕΙC ΤΗΝ Τ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 26-3
Not analysed yet
26. εὐλάϲ: ὡϲ αὐλάϲ. εὐλή γὰρ ὡϲ αὐλή. τὰ γὰρ εἰϲ λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεϲθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ· «οὐλὴν μὲν πρῶτον »(Od. ω 331), αὐλή, ἀπειλή, ὠτειλή. οὕτωϲ καὶ εὐλή. τὸ μέντοι «ἑτέρῃ δ’ ἔχεν οὕλαϲ (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἵϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. προϲέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ διὰ τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. A.