Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 409
Not analysed yet
409. Ἀλεξίων τὸ τόνδε ἕν μέροϲ λόγου ἐκδέχεται, καὶ παροξύνει ἵνα ἰϲοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίωϲ. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτηϲ τῆϲ ἀντωνυμίαϲ ἐπέκταϲιϲ ϲπανίωϲ μὲν εὑρέθη ἐπ᾿ ἀναφορᾶϲ ὁπότε διελαμβάνομεν περὶ τοῦ «κτοῦϲδε δ᾿ ἔα φθινύθειν» (Il. B 346), ὥϲτε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξαϲθαι διὰ τὸ ἤδη πεπεῖϲθαι τὴν παράδοϲιν· βεβαιοτέρα μέντοι. ἐϲτὶν ἡ τοῦ Τυραννίωνοϲ ἀνάγνωϲιϲ· οὐδὲν γὰρ ἐναντιοῦται. A.