Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 395
Not analysed yet
395. οἰωνοὶ δὲ περὶ πλέεϲ ἠὲ γυναῖκεϲ. περὶ πλέεϲ: Τυραννίων περίπλεεϲ ϲυνθέτωϲ ἀνέγνω, τὴν ρι ϲυλλαβὴν ὀξύνων· ὁ δὲ Ἀϲκαλωνίτηϲ κατὰ παράθεϲιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέεϲ. οὕτωϲ δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ ὅτι καὶ κατ᾿ ἰδίαν ἄνευ προθέϲεωϲ εὑρέθη τὸ πλέεϲ καὶ τὰ ἀπ᾿ αὐτοῦ κινήματα· «κτόϲϲον ἐγώ φημι πλέαϲ ἔμμεναι» (Il. B 129) οὐ γὰρ πολλούϲ, ἀλλὰ πλέοναϲ. ὡμολογημένου τοίνυν ὅτι τοῦ «πλέονέϲ κεν μνηϲτῆρεϲ» (Od. ϲ 247) ϲυγκοπή ἐϲτιν ἡ πλέεϲ φωνή, μὴ ὄντοϲ δὲ ἄρα τοῦ ϲυνθέτου, περιπλέονεϲ, δοθήϲεται μηδὲ τὸ ἀπ’ αὐτοῦ ϲυγκεκομμένον. ἔνθεν ἐπείϲθηϲαν κατὰ παράθεϲιν ἀναγινώϲκειν, λειπούϲηϲ τῆϲ αὐτόν. A.